LAS | Greek Text

Text: Thommen in Hackl et al. 2010: 486–7
Translation: Jake Nabel

1 Ἐξελήφθη ὀγδόου ἑξηκοστοῦ διακοσιοστοῦ, ὡς βασιλεὺς ἄγει, ὡς δὲ πρότερον τρ[ίτου τριακοστοῦ τριακοσιοστοῦ ἔτους]. —
2 βασιλεὺς βασιλέων Ἀρσάκης Ἀντιόχῳ καὶ Φραάτει ὄντοιν ἐν Σούσοις, [τ]οῖς ἄρχουσι καὶ τῆι πόλει χαίρε[ιν. — ἐπειδὴ Ἑστιαῖος Ἀσίου τῶν τε] 3 ὑμετέρων πολιτῶν καὶ τῶν πρώτων καὶ προτιμωμένων φίλω[ν κ]αὶ τῶν σ[ω]ματοφυλάκων ἄρξας ταμιευ[τικὴν] ἀρχὴ[ν ἐν τῶι κατὰ τοὺς προτέρους] 4 ἀριθμοὺς ἐνάτωι εἰκοστῶι τριακοσιοστῶι ἔτει, ἀνεστράφη ἐν ταύτῃ ἄριστα
καὶ δικαιότατα καὶ μετὰ πάσης καθαρε[ιότητος, μηδὲν ἀνάλωμα] 5 ὑποστειλάμενος παρ’ ἑαυτοῦ εἰς τὴν ὑπὲρ τῆς πόλεως
δαπάνην, δίς τε τῆς πόλεως ἐπὶ τῆς ἀρχῆς αὐτοῦ χρείαν
πρ[εσβεντοῦ ἐχούσης ἀπεδήμησεν] 6 αὐτός, τὴν ἐπιμέλειαν τῶν
ἰδίων ἐν οὐδενὶ θέμενος καὶ τὰ τῆς πόλεως προυργιαίτερα
ἡγούμενος, καὶ οὔτε χρημάτων οὔτε πόνων φεισάμ[ενος ἀπρο-
φασίστως ἑαυτὸν] 7 ἐπέδωκεν εἰς ἀμφοτέρας τὰς πρεσβείας καὶ
τὰ συμφέροντα τῆι πατρίδι διῳκήσας τέτευχεν τῶν πρεπουσῶν
τιμῶν, ὡς καὶ τὰ ψηφ[ισθέντα περὶ αὐτοῦ] | ἐν τῶι τριακοστῶι
τριακοσιοστῶι ἔτει μαρτυρεῖ· ἐν δὲ τῶι ἑνὶ τριακοστῶι τρια-
κοσιοστῶι ἔτει χρείας γενομένης ἀγα[θ]o[ῦ ἀνδρὸς πάλιν προὐ-
βλήθη] 9 εἰς τὴν αὐτὴν ἀρχὴν εἰς τὸ δεύτερον τριακοστὸν
τριακοσιοστὸν ἔτο[ς] καὶ ἐκ πολλῆς δοκιμασίας αἱρεθέντος
10 ἄρχοντος Πετάσου τοῦ Ἀ[ντιόχου καὶ Ἀριστομένους] ‖ τοῦ
Φιλίππου παρελθὼν προηνέγκατο διακεκλεῖσθαι αὐτὸν ἐκ τῶν
διηγ[ορ]ευμένων δὶς ἄρξαι τὴν αὐτὴν ἀρχήν, ἐὰν μὴ διαλείπῃ
ἔτη τρία· ἡ δὲ πόλις [πρότερον πεπειραμένη] 11 τῆς ἀγαθῆς προαιρέσεως καὶ διὰ μνήμης ἔχουσα τὴν διοίκησιν τῆς προ-
δηλουμένης ἀρχῆς ἔκρεινεν αὐτὸν αἱρεῖσθαι ἄρχοντα, ὅθεν
εἱρέ[θη ἐπὶ τὸ δεύτερον] 12 τριακοστὸν τριακοσιοστὸν ἔτος Πετάσου τοῦ Ἀντιόχου καὶ Ἀριστομένους τοῦ Φιλίππου· ἐπεὶ οὖν τὸν μέν Ἑστιαῖον ἐπὶ τοῖς προδηλουμένοις ἐπ[ῃτιάσαντο
ἀδίκως],
13 τὴν αἵρεσιν αὐτοῦ κρείνομεν εἶναι κυρίαν καὶ μὴ παραδιώκεσθαι αὐτὸν τῶι μὴ διαλείποντα ἔτη τρία ἄρξαι τὴν αὐτὴν ἀρχὴν μηδ’ ἄλλωι ὡιτινιοῦν ἐ[πιφερομένωι? ἂν] 14 περὶ τούτων ἐπιτάγματι, ἐπὶ δὲ τῶν πά[ντ]ων παρῃτημένης πάσης ἀπορήαεώς τε καὶ ἐπιζητήσεως τῆς τε ἄλλης καὶ ἧς δεῖ τὴν
15 π[ρόσκλησιν? αὐτοῦ] ‖ φρασθεῖσαν ἐπ’ ὀνόματος λελύσθαι. ηξσʹ,
Αὐδαναίου (sic) ιζʹ. |
Infra litteris] minoribus:
A laeva: Ἔστησεν δὲ αὐτοῦ Ἑστιαίου τόνδε τὸν ἀνδριάντα
Ἄσιος Δημητρίου | ὁ καὶ Εἰσαγωγεύς, ὁ πατὴρ αὐτοῦ, ἐν τῶι
κατὰ τοὺς προτέρους ἀρ<ι>θμοὺς ζλτʹ ἔτει. |
A dextra: Λεωνίδης Ἀρτέμωνος Σελευκήως (sic) τῆς πρ[ὸς
τῶι Εὐλαίωι] | ἔγραψεν τὴν στήλην.

Translation:

1 [This letter] was received in the Year 268 as the king reckons it, but on the earlier reckoning Year 333.

2 Arsaces, king of kings, sends greetings to Antiochus and Phraates who are the archons in Susa, and to the the city.

3 Whereas Hestiaeus son of Asius — who is one of your citizens, one of the first men and most-honored friends, and one of the bodyguards — and